1.

[1.81] ὁ μὲν γὰρ Διονύσιος κατά τι διώρισε τὸν τῆς γραμματικῆς ὅρον, ἐπὶ μόνων αὐτὴν ποιητῶν τε καὶ συγγραφέων στήσας˙ οὗτος δὲ περὶ πᾶσαν Ἑλληνικὴν φωνὴν καὶ περὶ πᾶν σημαινόμενον καταγίγνεσθαι ταύτην θέλει. ὅπερ, εἰ θεμιτὸν εἰπεῖν, οὐδὲ θεοῖς ἀνυτόν ἐστιν. ὡς γὰρ καὶ πρότερον ἐλέγομεν (Cfr. PH II 78 et 89), οὐδεμία μέθοδος συνίσταται περί τι ἄπειρον, ἀλλὰ καὶ μάλιστα αὕτη τοῦτο περατοῖ˙ τῶν γὰρ ἀορίστων ἡ ἐπιστήμη δεσμός ἐστιν˙