1.

[1.82] τὰ δὲ σημαίνοντα καὶ σημαινόμενα τῶν πραγμάτων ἐστὶν ἄπειρα˙ οὐκ ἄρα ἐστὶν ἡ γραμματικὴ τέχνη περὶ τὰ σημαίνοντα καὶ σημαινόμενα. καὶ μὴν παντοῖαι γίνονται τῶν φωνῶν μεταβολαὶ καὶ πρὸ τοῦ γεγόνασι καὶ εἰσαῦθις γενήσονται˙ φιλομετάβολον γάρ τί ἐστιν ὁ αἰών, οὐκ εἰς φυτὰ μόνον καὶ ζῷα ἀλλὰ καὶ εἰς ῥήματα.