1.

[1.83] περὶ ἑστῶσαν δὲ ἀπειρίαν, οὔ τοί γε καὶ μεταβάλλουσαν ἀμήχανόν ἐστι γνῶσιν ἀνθρωπίνην εὑρεῖν. οὐδὲ ταύτῃ ἄρα ἡ γραμματικὴ συστήσεται. ἄλλως τε ἤτοι τεχνικὴν οἴεται εἶναι τὴν ἕξιν ἢ ἄτεχνον. καὶ εἰ μὲν τεχνικήν, πῶς οὐκ αὐτὴν εἶπε τέχνην ἀλλὰ τὸ ἀφ' οὗ ἔστιν; εἰ δὲ ἄτεχνον, ἐπεὶ οὐ δυνατὸν διὰ τοῦ ἀτέχνου τὸ τεχνικὸν ὁρᾶσθαι, οὐδὲ συστήσεταί τις γραμματικὴ ἕξις τεχνικῶς διαγινώσκουσα τὰ παρ' Ἕλλησι σημαίνοντά τε καὶ σημαινόμενα.