1.

[1.84] Δημήτριος (
Cfr. Schol. in Nicandri Theriac. 31,16; 43,4; 46,20 (ed).
) δὲ ὁ ἐπικαλούμενος Χλωρὸς καὶ ἄλλοι τινὲς τῶν γραμματικῶν οὕτως ὡρίσαντο˙ ῾῾γραμματική ἐστι τέχνη τῶν παρὰ ποιηταῖς τε καὶ τῶν κατὰ τὴν κοινὴν συνήθειαν λέξεων εἴδησις᾽᾽. μένουσι δὲ καὶ τούτοις αἱ αὐταὶ ἀπορίαι˙ οὔτε γὰρ πάντων τῶν παρὰ ποιηταῖς λεγομένων δύναται εἶναι τέχνη γραμματικὴ οὔτε τινῶν.