1.

[1.85] καὶ πάντων μὲν αὐτόθεν ἀδύνατον, εἴγε καὶ περὶ θεῶν καὶ περὶ ἀρετῆς καὶ ψυχῆς λέγεται παρὰ τοῖς ποιηταῖς, ὧν ἀπείρως ἔχουσιν οἱ γραμματικοί˙ τινῶν δὲ διὰ τὸ μὴ εἰς τοὺς γραμματικοὺς τὸ τοιοῦτον πίπτειν μόνους ἀλλὰ καὶ ἄλλους τινάς, οἷον φιλοσόφους καὶ μουσικοὺς καὶ ἰατρούς˙ συνεώρων γὰρ καὶ οἵδε τινὰ τῶν παρὰ ποιηταῖς.