1.

[1.86] πάλιν τε ἐν τῷ λέγειν καὶ τῶν κατὰ τὴν κοινὴν συνήθειαν λέξεων εἴδησιν εἶναι τὴν γραμματικὴν εἰ μὲν τὸ καθολικὸν λαμβάνοιεν τὸ ῾῾εἴ τινές εἰσι κατὰ τὴν κοινὴν συνήθειαν λέξεις, ἐκείνων ἐστὶν εἴδησις ἡ γραμματική᾽᾽, ἁμαρτάνουσιν˙ ἄπειροι γὰρ αἱ κατὰ τὴν κοινὴν συνήθειαν λέξεις, καὶ τῶν ἀπείρων οὐκ ἔστιν εἴδησις.