1.

[1.87] εἰ δὲ ἐπὶ τὸ ἐπὶ μέρους φέροιντο, ὅπερ ἴσον ἐστὶ τῷ ῾῾εἰσί τινες λέξεις κατὰ τὴν συνήθειαν τὴν κοινὴν ὧν εἴδησίς ἐστιν ἡ γραμματική᾽᾽, οὐδ' οὕτω ποιήσουσί τι τὴν γραμματικήν˙ καὶ γὰρ ὁ Ἀθηναῖος εἴδησιν ἔχει τῶν κατὰ τὴν Ἀτθίδα συνήθων λέξεων, καὶ ὁ Δωριεὺς τῶν κατὰ τὴν Δωρίδα, καὶ ὁ ῥήτωρ τῶν κατὰ τὴν ῥητορικήν, καὶ ὁ ἰατρὸς τῶν κατὰ τὴν ἰατρικήν.