1.

[1.88] εἰ δὲ λέγοιεν πασῶν τῶν κατὰ τὴν κοινὴν συνήθειαν αὐτὴν λέξεων εἴδησιν οὐχ ὡς τῶν καθ' ἕκαστα καὶ ἐν μέρει πασῶν (τοῦτο γὰρ ὄντως ἀδύνατον), ἀλλὰ τῶν καθόλου πασῶν καὶ ἀνωτάτω ἐν ταῖς διαλέκτοις, οἷον ὅτι Δωριέων μέν ἐστι τοιούτῳ τόνῳ χρῆσθαι, Ἰώνων δὲ ἄλλῳ, τάχα μέν τι πιθανὸν ἐροῦσιν, οὐ μὴν ἀληθές˙