1.

[1.89] οὔτε γὰρ ἓν ἔθος ἐστὶ καθ' ἑκάστην διάλεκτον (πολλαὶ γὰρ Δωρίδες καὶ Ἀτθίδες), οὔτε οἱ κανόνες οὓς δοκοῦσι παραδιδόναι πρὸς πᾶσαν ἀποτείνονται λέξιν, ἀλλ' ἄχρι μὲν ποσῶν καὶ ὁμοτόνων, οἷον ὀξυτόνων ἢ βαρυτόνων, προκόπτουσιν, πάσας δὲ περιλαβεῖν ἀδυνατοῦσιν.