1.

Τίνα μέρη γραμματικῆς
[1.91] Πολλῆς οὔσης καὶ ἀνηνύτου παρὰ τοῖς γραμματικοῖς περὶ μερῶν γραμματικῆς διαστάσεως, ἵνα μήτε τὸ πάρεργον ἔργου χώραν ἐπέχειν ἡμῖν φαίνηται, μήτε εἰς ἀλλοτρίαν καὶ ὡς πρὸς τὸ παρὸν ἀνωφελῆ ἐμβαίνοντες ὕλην ἀπολειπώμεθα τῆς ἀναγκαιοτέρας ἀντιρρήσεως, ἀπαρκέσει λέγειν ἀσυκοφαντητότερον ὡς ἄρα τῆς γραμματικῆς τὸ μέν ἐστιν ἱστορικὸν τὸ δὲ τεχνικὸν τὸ δὲ ἰδιαίτερον, δι' οὗ τὰ κατὰ τοὺς ποιητὰς καὶ συγγραφεῖς μεθοδεύεται.