1.

[1.95] καὶ γὰρ ἡ τῶν ποιητῶν ἐπίσκεψις οὐ χωρὶς τοῦ τεχνικοῦ καὶ ἱστορικοῦ γίνεται μέρους, καὶ ἑκάτερον τούτων οὐ δίχα τῆς τῶν ἄλλων παραπλοκῆς συνέστηκεν. ὥσπερ οὖν οἱ λέγοντες τῆς ἰατρικῆς μέρη δίαιταν χειρουργίαν φαρμακείαν οὕτω λέγουσιν ὡς πολλῆς οὔσης ἐν τοῖς θεωρήμασιν ἀλληλουχίας (καὶ γὰρ ἡ δίαιτα οὐ χωρὶς φαρμακείας καὶ χειρουργίας πρό[σ]εισι, καὶ ἡ φαρμακεία πάλιν περιείχετο καὶ τῇ τῶν ἄλλων δυνάμει), ὧδε καὶ ἐπὶ τοῦ παρόντος οὐκ ἀπότακτόν τί ἐστιν ἕκαστον μέρος, οὐδ' εἰλικρινὲς ἀπὸ τῆς τῶν ἄλλων ἐπιμιξίας.