1.

[1.96] τοῦτο δὲ προδιηρθρώσαμεν οὐ παρέργως, ἀλλ' ἵνα εἰδῶμεν ὡς ἂν ἕν τι ἐξ αὐτῶν δειχθῇ ἀσύστατον, δυνάμει καὶ τὰ λοιπὰ ἀνῄρηται, ὧν ἑκάτερον οὐ χωρὶς τοῦ ἀναιρεθέντος ὑφίσταται. ὅμως δὲ οὐ ποιήσομεν τοῦτο καίπερ ὂν σύντομον, ἀλλὰ πειρασόμεθα πρὸς ἕκαστον ἀντιλέγειν, ὡς εἰ καὶ μὴ ἔχρῃζε τῆς τῶν λοιπῶν παρουσίας. τάξει δὲ ἀρκτέον ἀπὸ τοῦ πρώτου.