1.

[1.98] οὐκ ὀλίγην δὲ ἂν ἔχοι μοῖραν εἰς προτροπὴν καὶ ὅταν βλέπωμεν τοὺς μηδὲ δύο σχεδὸν ῥήματα δεξιῶς εἴρειν δυναμένους γραμματικοὺς θέλοντας ἕκαστον τῶν μέγα δυνηθέντων ἐν εὐφραδείᾳ καὶ ἑλληνισμῷ παλαιῶν, καθάπερ Θουκυδίδην Πλάτωνα Δημοσθένην, ὡς βάρβαρον ἐλέγχειν. μία γὰρ ἀντὶ πάντων ἄμυνα γενήσεται πρὸς αὐτούς, ἐὰν τὴν ψευδώνυμον αὐτῶν τεχνολογίαν ἄτεχνον ἀποδείξωμεν.