1.

[1.99] τάξει δὲ λεκτέον ἡμῖν πρῶτον περὶ τῶν στοιχείων, ἐξ ὧν τὰ πάντα κατ' αὐτοὺς συνέστηκεν καὶ ὧν ἀναιρεθέντων ἀγραμμάτους ἀνάγκη γίνεσθαι τοὺς γραμματικούς.
Καὶ δὴ τριχῶς λεγομένου τοῦ στοιχείου, τοῦ τε γραφομένου χαρακτῆρος καὶ τύπου καὶ τῆς τούτου δυνάμεως καὶ ἔτι τοῦ ὀνόματος, προαγέτω νῦν ἡ ζήτησις μάλιστα περὶ τῆς δυνάμεως˙ αὕτη γὰρ καὶ κυρίως στοιχεῖον (Cfr. PH III 33-37, 62-63 et M X 248-758) παρ' αὐτοῖς προσηγόρευται.