1.

[1.100] εἰκοσιτεσσάρων τοίνυν στοιχείων ὄντων τῆς ἐγγραμμάτου φωνῆς, τούτων διττὴν ὑποτίθενται κατὰ τὸ ἀνωτάτω τὴν φύσιν. τὰ μὲν γὰρ αὐτῶν φωνάεντα προσαγορεύουσι τὰ δὲ σύμφωνα, καὶ φωνάεντα μὲν ἑπτά, α ε η ι ο υ ω, σύμφωνα δὲ τὰ λοιπά. τῶν δὲ φωναέντων τρεῖς λέγουσι διαφοράς˙ δύο μὲν γὰρ αὐτῶν φύσει μακρὰ λέγουσι τυγχάνειν, τὸ η καὶ τὸ ω, ἰσάριθμα δὲ βραχέα, τὸ ε καὶ τὸ ο, τρία δὲ κοινὰ μήκους τε καὶ βραχύτητος, α ι υ, ἅπερ δίχρονα καὶ ὑγρὰ καὶ ἀμφίβολα καὶ μεταβολικὰ καλοῦσιν˙