1.

[1.102] τῶν δὲ συμφώνων τὰ μὲν ἡμίφωνά ἐστι κατ' αὐτοὺς τὰ δὲ ἄφωνα, καὶ ἡμίφωνα μὲν ὅσα δι' αὑτῶν ῥοῖζον ἢ σιγμὸν ἢ μυγμὸν ἤ τινα παραπλήσιον ἦχον κατὰ τὴν ἐκφώνησιν ἀποτελεῖν πεφυκότα, καθάπερ τὸ ζ θ λ μ ν ξ ρ σ φ χ ψ, ἢ ὥς τινες, χωρὶς τοῦ θ καὶ φ καὶ χ τὰ λειπόμενα ὀκτώ˙ ἄφωνα δέ ἐστι τὰ μήτε συλλαβὰς καθ' ἑαυτὰ ποιεῖν δυνάμενα μήτε ἤχων ἰδιότητας, αὐτὰ δὲ μόνον μετὰ τῶν ἄλλων συνεκφωνούμενα, καθάπερ β γ δ κ π τ, ἢ ὡς ἔνιοι, καὶ τὸ θ φ χ.