1.

[1.104] Τούτων δὴ προεστοιχειωμένων φημὶ πρῶτον μὲν ἀτόπως αὐτοῖς λέγεσθαι τῶν στοιχείων τινὰ εἶναι διπλᾶ. τὸ γὰρ διπλοῦν σύστημά ἐστιν ἐκ δυοῖν, τὸ δὲ στοιχεῖον οὐκ ἔστι σύστημα ἐκ τινῶν˙ ἁπλοῦν γὰρ ὀφείλει τυγχάνειν καὶ οὐκ ἐξ ἑτέρων συστατόν (Cfr. M IX 180 sqq. et X 248 sqq.). οὐκ ἄρα ἔστι διπλοῦν στοιχεῖον. ἄλλως τε, εἰ τὰ συστατικὰ τοῦ διπλοῦ στοιχείου στοιχεῖά ἐστι, τὸ διπλοῦν ἐκ τῶν στοιχείων συνεστὼς οὐκ ἔσται στοιχεῖον˙ ἀλλὰ μὴν τὰ συστατικὰ τοῦ διπλοῦ στοιχείου στοιχεῖά ἐστιν˙ οὐκ ἄρα τὸ διπλοῦν ἐστι στοιχεῖον.