1.

[1.105] Καὶ μὴν ὡς ταῦτα ἀναιρεῖται, οὕτω καὶ τὰ δίχρονα, κοινὴν φύσιν μήκους τε καὶ βραχύτητος ἀξιούμενα ἔχειν. εἴπερ γὰρ τοιαῦτά ἐστιν, ἤτοι αὐτὸ τὸ γράμμα κατ' ἰδίαν καὶ ὁ ψιλός, εἰ τύχοι, τοῦ α ι υ χαρακτὴρ ἐμφανιστικός ἐστι τῆς διχρόνου φύσεως, 〈ἢ τὸ〉 [καὶ] νυνὶ μὲν συστέλλεσθαι νυνὶ δὲ ἐκτείνεσθαι δυνάμενον 〈κοινὸν σὺν〉 τῇ προσῳδίᾳ.