1.

[1.106] ἀλλ' ὁ μὲν χαρακτὴρ κατ' ἰδίαν οὐκ ἔστι κοινοῦ φύσει στοιχείου μηνυτικός. οὔτε γὰρ ὅτι μηκύνεται οὔθ' ὅτι βραχύνεται οὔθ' ὅτι τὸ συναμφότερον καὶ μηκύνεται καὶ βραχύνεται ἐμφαίνει ἀλλ' ὃν τρόπον ἡ δι' αὐτοῦ συλλαβή, καθάπερ εἴρηται ἐπὶ τῆς Ἆρες (Cfr. § 101) λέξεως, οὐ χωρὶς τῆς προστιθεμένης προσῳδίας οὔτ' εἰ μακρά ἐστιν οὔτ' εἰ βραχεῖα γινώσκεται, οὕτω καὶ τὸ α ι υ κατ' ἰδίαν λαμβανόμενα οὐ κοινὰ ἑκατέρας ἔσται δυνάμεως ἀλλ' οὐδετέρας.