1.

[1.108] οὐκ ἄρα ἔστι φύσει δίχρονα στοιχεῖα. εἰ δὲ λέγοιεν κοινὰ φύσει ὑπάρχειν ταῦτα παρόσον ἐπιδεκτικά ἐστιν ἑκατέρου, μήκους τε καὶ συστολῆς, λήσονται σχεδὸν εἰς τὴν αὐτὴν ἐγκυλισθέντες ἀπορίαν. τὸ γὰρ ἐπιδεκτικόν τινος οὐκ ἔσται ἐκεῖνο τὸ οὗπερ ἐπιδεκτικόν ἐστιν˙ ὥσπερ γὰρ ὁ χαλκὸς ἐπιδεκτικὸς μέν ἐστι τοῦ ἀνδριὰς γενέσθαι, οὐκ ἔστι δὲ ἀνδριὰς ἐφ' ὅσον ἐπιδεκτικός ἐστι, καὶ ὃν τρόπον τὰ ξύλα ἐπιτήδειον μὲν ἔχει φύσιν εἰς τὸ ναῦς γενέσθαι, οὔπω δὲ ἔστι ναῦς, οὕτω καὶ τὰ τοιαῦτα τῶν στοιχείων ἐπιδεκτικὰ 〈μέν〉 ἐστι μήκους τε καὶ συστολῆς, οὔτε δὲ μακρά ἐστιν οὔτε βραχέα οὔθ' ἑκάτερον πρὶν ἀπὸ προσῳδίας ποιωθῆναι.