1.

[1.109] πρός γε μὴν τοῖς λεχθεῖσιν ἐναντίον ἐστὶν ἥ τε βραχύτης καὶ ἡ ἐπέκτασις καὶ οὐ συνυφίσταται˙ ἀναιρέσει γὰρ τῆς βραχύτητος ἡ ἐπέκτασις συνίσταται, καὶ ἀναιρουμένης μακρᾶς βραχεῖα γίνεται. παρ' ἣν αἰτίαν ἀδύνατον περισπωμένην βραχεῖαν γενέσθαι, διὰ τὸ τῷ περισπασμῷ κατ' ἀνάγκην συνυφίστασθαι τὴν ἐπέκτασιν.