1.

[1.110] διόπερ εἰ φύσει τι δίχρονόν ἐστι στοιχεῖον, ἤτοι ὑφ' ἓν περὶ αὐτὸ ἥ τε τῆς βραχύτητος καὶ ἡ τῆς ἐπεκτάσεως ὑποστήσεται δύναμις ἢ παρὰ μέρος. ἀλλ' ὑφ' ἓν μὲν ἀμήχανον περὶ γὰρ τὴν αὐτὴν ἐκφώνησιν κατὰ τὸ αὐτὸ ἀναιρετικαὶ ἀλλήλων δυνάμεις οὐκ ἂν ὑποσταῖεν. λείπεται ἄρα παρὰ μέρος. ὃ πάλιν ἐστὶν ἀπίθανον˙ ὅτε γὰρ ἔστι μακρόν, τότε οὐκ ἔστι κοινὸν στοιχεῖον βραχύτητος καὶ μήκους, ἀλλὰ βραχὺ μόνον.