1.

[1.111] Ὁ δ' αὐτὸς τῆς ἐπιχειρήσεως τρόπος γινέσθω καὶ ἐπὶ τῶν φύσει ψιλῶν ἢ δασέων ἢ καθ' ἑκάτερον κοινῶν˙ ἡμῖν δὲ ἀπόχρη τὸ γένος τῆς ἐπιχειρήσεως ὑποδεῖξαι.
Καὶ μὴν ἐπεὶ ἀνῄρηται τὰ κοινὰ καὶ δέδεικται τὸ ἐκτείνεσθαι μόνον αὐτὰ ἢ συστέλλεσθαι, ἀκολουθήσει καὶ τὸ δισσὸν ὑπάρχειν ἕκαστον, τὸ μὲν φύσει μακρὸν τὸ δ' αὖ φύσει βραχύ.