1.

[1.113] (§§ 113-114
Cfr. Schol. in Dionys. Thr. 776-777 in Anecd. Gr. (ed).
= 32 sqq. (ed).
) ἀλλ' ἐπεὶ οὐ δύο μόνον ὑπειλήφασιν εἶναι προσῳδίας γραμματικῶν παῖδες, τήν τε μακρὰν καὶ βραχεῖαν, ἀλλὰ καὶ ὀξεῖαν βαρεῖαν περισπωμένην δασεῖαν ψιλήν, ἕκαστον τῶν ὑποδεδειγμένων φωναέντων ἔχον τινὰ τούτων κατ' ἰδίαν προσῳδίαν γενήσεται στοιχεῖον˙ καὶ ᾧ λόγῳ οὐδὲν ἦν κοινὸν μήκους τε καὶ βραχύτητος στοιχεῖον, ἀλλ' ἢ μακρὸν μόνον, ὅτ' εἶχε τὴν μακράν, ἢ βραχύ, ὅτ' εἶχε τὴν βραχεῖαν, τῷ αὐτῷ λόγῳ οὐδὲν ἔσται κοινὸν ὀξύτητος καὶ βαρύτητος, ἀλλ' ἢ ὀξὺ μόνον, ὅτε προσειλήφει τὴν ὀξεῖαν, ἢ βαρύ, ὅτε τὴν βαρεῖαν˙ καὶ ἐπὶ τῶν ἄλλων τὸ ἀνάλογον. ἐπεὶ οὖν τὰ μὲν βραχέα δύ' ὄντα ἀνὰ πέντε ἐπιδέχεται προσῳδίας, βραχεῖαν ὀξεῖαν βαρεῖαν δασεῖαν ψιλήν, δέκα γενήσεται.