1.

[1.114] τὰ δὲ μακρὰ πάλιν δύο ὄντα 〈εἰ〉 ἐκ περισσοῦ προσλαμβάνει καὶ τὴν προσῳδίαν τὴν περισπωμένην (μηκύνεται γὰρ ταῦτα καὶ ὀξύνεται καὶ βαρύνεται καὶ δασύνεται καὶ ψιλοῦται καὶ ἰδιαίτερον περισπᾶσθαι πέφυκε), γενήσεται δώδεκα. τὰ δὲ κοινὰ τρία καθεστῶτα τὰς ἑπτὰ προσῳδίας καθ' ἕκαστον ἐπιδέχεται, καὶ ταύτῃ γίνεται εἴκοσι καὶ ἕν˙ ὥστε πάντα τεσσαράκοντα καὶ τρία τυγχάνειν˙ οἷς τῶν δεκαεπτὰ συμφώνων προστιθεμένων ἑξήκοντα γίνεσθαι στοιχεῖα, ἀλλ' οὐκ εἰκοσιτέσσαρα.