1.

[1.116] τυφλώττουσιν οὖν οἱ γραμματικοὶ καὶ τὸ ἀκόλουθον αὑτοῖς οὐ συνορῶσι, λέγοντες ἑπτὰ φωνάεντα τυγχάνειν, πέντε μόνων ὄντων πρὸς τὴν φύσιν.
Καὶ ἀναστρόφως ἔσεσθαί τινά φασιν ἔνιοι τῶν φιλοσόφων πλείονα στοιχεῖα, διάφορον ἔχοντα δύναμιν τῶν συνήθως παραδιδομένων, οἷον καὶ τὸ αι καὶ τὸ ου καὶ πᾶν ὃ τῆς ὁμοίας ἐστὶ φύσεως. τὸ γὰρ στοιχεῖον κριτέον μάλιστα, ὅτι στοιχεῖόν ἐστιν, ἐκ τοῦ ἀσύνθετον καὶ μονόποιον ἔχειν φθόγγον, οἷός ἐστιν ὁ τοῦ α καὶ ε καὶ ο καὶ τῶν λοιπῶν.