1.

[1.117] ἐπεὶ οὖν ὁ τοῦ αι καὶ ει φθόγγος ἁπλοῦς ἐστι καὶ μονοειδής, ἔσται καὶ ταῦτα στοιχεῖα. τεκμήριον δὲ τῆς ἁπλότητος καὶ μονοειδείας τὸ λεχθησόμενον. ὁ μὲν γὰρ σύνθετος φθόγγος οὐχ οἷος ἀπ' ἀρχῆς προσπίπτει τῇ αἰσθήσει, τοιοῦτος ἄχρι τέλους παραμένειν πέφυκεν, ἀλλὰ κατὰ παράτασιν ἑτεροιοῦται, ὁ δὲ ἁπλοῦς καὶ ὄντως τοῦ στοιχείου λόγον ἔχων τοὐναντίον ἀπ' ἀρχῆς μέχρι τέλους ἀμετάβολός ἐστιν. οἷον τοῦ μὲν ρα φθόγγου ἐν παρατάσει προφερομένου, δῆλον ὡς οὐχ ὡσαύτως αὐτοῦ κατὰ τὴν πρώτην πρό〈σ〉πτωσιν ἀντιλήψεται ἡ αἴσθησις καὶ κατὰ τὴν τελευταίαν, ἀλλὰ κατ' ἀρχὰς μὲν ὑπὸ τῆς ρ ἐκφωνήσεως κινηθήσεται, μεταῦθις δὲ ἐξαφανισθείσης αὐτῆς εἰλικρινοῦς τῆς τοῦ α δυνάμεως ποιήσεται τὴν ἀντίληψιν. ὅθεν οὐκ ἂν εἴη στοιχεῖον τὸ ρα καὶ πᾶν τὸ ἐοικὸς αὐτῷ.