1.

[1.120] Ἤρκει μὲν οὖν ἠπορημένων τῶν στοιχείων τῆς γραμματικῆς πέρας ἐπιτεθεικέναι τῇ ζητήσει˙ τίς γὰρ ἀπολείπεται λόγος περὶ τῶν μετὰ τὰς ἀρχὰς τοῖς τὰς ἀρχὰς οὐκ ἔχουσι γραμματικοῖς; ὅμως δ' οὖν ἐνδοτέρω προχωροῦντας οὐκ ἔστιν ἀλλότριον κἀκείνων δείγματος χάριν ἀποπειραθῆναι. καὶ ἐπεὶ ἐκ στοιχείων αἱ συλλαβαί εἰσι, 〈τὰ〉 περὶ τούτων ἐπισυνάπτωμεν.