1.

[1.125] τὰς γὰρ λεγομένας παρ' αὐτοῖς βραχείας συλλαβὰς εὑρήσομεν ὡς πρὸς αἴσθησιν μεριστάς, οἷον τὴν ερ. αἰσθητῶς γὰρ ἐπιβάλλομεν ἐπ' αὐτῆς ὅτι προεκφωνεῖται τῆς τοῦ ρ δυνάμεως ἡ τοῦ ε δύναμις. καὶ ἐναλλάξαντες εἰ λέγοιμεν ρε, πάλιν ἀντιληψόμεθα ὅτι πρώτη μέν ἐστι κατὰ τὴν τάξιν ἡ τοῦ ρ δύναμις, δευτέρα δὲ ἡ τοῦ ε.