1.

[1.127] Καὶ μὴν ἡ μακρὰ πάλιν ἔσται ἀνύπαρκτος˙ δίχρονον μὲν γὰρ αὐτὴν εἶναι λέγουσι, δύο δὲ χρόνοι οὐ συνυπάρχουσιν ἀλλήλοις. εἰ γὰρ δύο εἰσί, τούτῳ διορίζονται ὅτι εἰσὶ δύο, τῷ τὸν μὲν ἐνεστηκέναι τὸν δὲ μή˙ εἰ δὲ ὃς μὲν ἐνέστηκεν ὃς δὲ οὐκ ἐνέστηκεν, οὐ συνυπάρχουσιν ἀλλήλοις.