1.

[1.128] διόπερ καὶ ἡ μακρὰ συλλαβὴ εἴπερ ἐστὶ δίχρονος, ὀφείλει, ὅτε μὲν αὐτῆς ἐνέστηκεν ὁ πρῶτος χρόνος, τότε ὁ δεύτερος μὴ ἐνεστηκέναι, καὶ ὅτε ὁ δεύτερος ἐνίσταται, τότε ὁ πρῶτος μηκέτι εἶναι. ἀσυνυπάρκτων δὲ αὐτῆς ὄντων τῶν μερῶν ὅλη μὲν οὐχ ὑφέστηκε, μέρος δέ τι αὐτῆς. ἀλλὰ τό γε μέρος αὐτῆς οὐκ ἦν αὐτή, ἐπεὶ οὐ διοίσει τῆς βραχείας ἡ μακρὰ συλλαβή. οὐκ ἄρα οὐδὲ μακρά τις ἔστι συλλαβή.