1.

[1.129] εἰ δὲ λέγοιεν κατὰ συμμνημόνευσιν νοεῖσθαι μακρὰν συλλαβήν (τοῦ γὰρ προλεχθέντος φθόγγου μνημονεύοντες καὶ τοῦ νῦν λεγομένου ἀντιλαμβανόμενοι τὸ ἐξ ἀμφοτέρων συντιθέμενον μακρὰν ἐνενοήσαμεν συλλαβήν) - εἰ δὴ τοῦτο λέγοιεν, οὐδὲν ἄλλο ἢ ἀνυπόστατον ὁμολογήσουσιν εἶναι τὴν τοιαύτην συλλαβήν.