1.

[1.130] εἰ γὰρ ὑφέστηκεν, ἤτοι ἐν τῷ προαναφωνουμένῳ φθόγγῳ ὑφέστηκεν ἢ ἐν τῷ ἐπαναφωνουμένῳ (Cfr. M IX 353 sqq.; X 64 et PH III 108). οὔτε δὲ ἐν τῷ προαναφωνουμένῳ οὔτε ἐν τῷ ἐπαναφωνουμένῳ˙ ἑκάτερος γὰρ αὐτῶν κατ' ἰδίαν μὴ ὑφεστὼς οὐδὲ τὴν ἀρχὴν συλλαβή ἐστιν˙ ὥστε οὐδὲ ὑφέστηκεν, ὑφεστῶσα δὲ βραχεῖά ἐστιν ἀλλ' οὐ μακρὰ συλλαβή˙ οὔτε δὲ ἐν ἀμφοτέροις˙ ὁ γὰρ ἕτερος αὐτῶν τοῦ ἑτέρου ὑφεστῶτος οὐχ ὑφέστηκεν, ἐκ δὲ τοῦ ὑπάρχοντος καὶ μὴ ὑπάρχοντος οὐδὲν ἔστιν ἐπινοῆσαι συγκείμενον ὡς ἐκ μερῶν. οὐκ ἄρα ἔστι τις μακρὰ συλλαβή.