1.

[1.131] Ἀνάλογον δὲ τούτοις ἐστὶ καὶ τὰ περὶ λέξεως καὶ τῶν τοῦ λόγου μερῶν ἀπορεῖσθαι ὀφείλοντα. πρῶτον μὲν γάρ, ὡς μικρῷ πρότερον (Cfr. § 123) ὑπεδείκνυμεν, μὴ οὔσης συλλαβῆς μηδὲ λέξιν εἶναι δυνατόν˙ ἐκ συλλαβῶν γὰρ αἱ λέξεις λαμβάνουσι τὴν ὑπόστασιν. εἶτα καὶ κατὰ τὴν αὐτὴν ἔφοδον ἐξέσται προηγουμένως ἐπ' αὐτῆς τῆς λέξεως τὰς αὐτὰς χειρίζειν ἀπορίας. ἢ γὰρ συλλαβή ἐστιν ἢ ἐκ συλλαβῶν συνέστηκεν˙ ὅπως δ' ἂν ἔχῃ, τὰς ἐκκειμένας ἡμῖν ἐπὶ τῆς συλλαβῆς ἀπορίας ἐπιδέξεται.