1.

[1.132] ἀλλ' ὅμως ἵνα μὴ καινοτέρων ἐλέγχων ἀπορεῖν δοκῶμεν, προσφωνητέον τι κἀνταῦθα τοῖς γραμματικοῖς.
Ὅταν γὰρ μέρη τινὰ λόγου καλῶσιν, οἷον ὄνομα ῥῆμα ἄρθρον καὶ τὰ λοιπά, πόθεν λαβόντες; ἤτοι γὰρ ταῦτα ὅλον τὸν λόγον καλοῦσιν, ἢ ταῦτα μέρη ἐκείνου, μήτε δ' ἐκείνου ὡς ὅλου νοεῖσθαι δυναμένου μήτε τούτων ὡς μερῶν ἐκείνου 〈...〉. λαμβανέσθω δὲ τὰ εἰς τὴν ὑπόθεσιν παραδείγματα, ὡς μὴ ἀπῶμεν τῶν τῆς γραμματικῆς θεωρημάτων.