1.

[1.135] (§ 135 Cfr. M IX 343) εἰ δὲ τὸ ἄθροισμα τῶν τοῦ λόγου μερῶν νοεῖται λόγος, τῷ μηδὲν εἶναι τὸν ἀθροισμὸν παρὰ τὰ ἠθροισμένα καθάπερ καὶ τὸ διάστημα παρὰ τὰ διεστηκότα, οὐδὲν ὑπάρξει ὁ λόγος οὗ νοηθήσεταί τινα μέρη. μηδενὸς δὲ ὄντος ὅλου λόγου οὐδὲ μέρη τινὰ τούτου γενήσεται. ὥσπερ οὖν εἰ μηδὲν ἔστιν ἀριστερόν, οὐδὲ δεξιὸν ἔστιν, οὕτως εἰ μὴ ἔστι τι ὅλον λόγος, οὐδὲ τὰ μέρη ὑπάρξει.