1.

[1.137] τὰ γὰρ μέρη πάντως ἐμπεριέχεται ἐκείνοις τοῖς ὧν λέγεται μέρη, ἴδιον τόπον ἐπέχοντα καὶ ἰδίαν ὑπόστασιν ἔχοντα, ἐν ἀλλήλοις δὲ οὐκ ἐμπεριέχεται. οἷον ἀνθρώπου μὲν μέρη χεῖρες καθεστᾶσι, χειρῶν δὲ δάκτυλοι καὶ δακτύλων ὄνυχες. διόπερ ἐν μὲν ἀνθρώπῳ χεῖρες περιέχονται, ἐν χερσὶ δὲ δάκτυλοι, ἐν δακτύλοις δὲ ὄνυχες, καὶ οὐχὶ μὲν ἡ δεξιὰ χεὶρ τὴν ἀριστερὰν συμπληροῖ, ὁ δὲ λιχανὸς τὸν ἀντίχειρα δάκτυλον ἀπαρτίζει, ἡ δὲ κεφαλὴ τοὺς πόδας συντίθησι καὶ οἱ πόδες τὸν θώρακα.