1.

Περὶ ὀνόματος
[1.142] Αὐτίκα τοίνυν ὅταν τῶν ὀνομάτων τὰ μὲν ἀρσενικὰ φύσει λέγωσι τὰ δὲ θηλυκὰ τὰ δὲ οὐδέτερα, καὶ τὰ μὲν ἑνικὰ τῷ ἀριθμῷ τὰ δὲ δυϊκὰ τὰ δὲ πληθυντικά, καὶ ἤδη τὰς ἄλλας ἐπισυνείρωσι διαιρέσεις, ἐπιζητήσωμεν τί ποτέ ἐστι τὸ ἐπιφωνούμενον τοῦτο ῾φύσει᾽.