1.

[1.143] ἢ γὰρ ὅτι οἱ πρῶτοι ἀναφθεγξάμενοι τὰ ὀνόματα φυσικὴν ἐποιήσαντο τὴν ἀναφώνησιν αὐτῶν ὡς καὶ τὴν ἐπὶ τῷ ἀλγεῖν κραυγὴν καὶ τὴν ἐπὶ τῷ ἥδεσθαι ἢ τῷ θαυμάζειν ἐκβόησιν, οὕτω λέγουσι φύσει τὰ μὲν τοιαῦτα εἶναι τῶν ὀνομάτων τὰ δὲ τοιάδε˙ ἢ ὅτι καὶ ἐπὶ τοῦ παρόντος ἕκαστον αὐτῶν φυσικῶς ἡμᾶς κινεῖ ὅτι ἀρρενικόν, κἂν ἡμεῖς μὴ νομίζωμεν αὐτὸ ἀρρενικὸν εἶναι, καὶ πάλιν φυσικῶς αὐτὸ ἐνδείκνυται ὅτι θηλυκόν ἐστι, κἂν ἡμεῖς μὴ θέλωμεν.