1.

[1.145] (§ 145 Cfr. M I 37) ἄλλως τε καὶ ἰσχυρὸς ἀντικάθηται τούτῳ λόγος, πρὸς ὃν οὐδ' εἰ καταπέλτην ὑπομένοιεν, φασίν, οἱ γραμματικοὶ δυνήσονταί τι συνιδεῖν ἱκνούμενον. εἴπερ γὰρ φύσει τὰ ὀνόματα ἦν καὶ μὴ τῇ καθ' ἕκαστον θέσει ἐσήμαινεν, ἐχρῆν πάντας πάντων ἀκούειν, Ἕλληνας βαρβάρων καὶ βαρβάρους Ἑλλήνων καὶ βαρβάρους βαρβάρων (Cfr. PH II 214 et III 267). οὐχὶ δέ γε τοῦτο˙ οὐκ ἄρα φύσει σημαίνει τὰ ὀνόματα. ὥστε τοῦτο μὲν οὐκ ἐροῦσιν˙