1.

[1.147] πάλιν γὰρ φήσομεν ὅτι τὸ φύσει κινοῦν ἡμᾶς ὁμοίως πάντας κινεῖ, καὶ οὐχ οὓς μὲν οὕτως οὓς δὲ ἐναντίως (Cfr. M VIII 187 et PH III 179)˙ οἷον φύσει τὸ πῦρ ἀλεαίνει, βαρβάρους Ἕλληνας ἰδιώτας ἐμπείρους, καὶ οὐχ Ἕλληνας μὲν ἀλεαίνει βαρβάρους δὲ ψύχει˙ καὶ ἡ χιὼν φύσει ψύχει, καὶ οὐ τινὰς μὲν ψύχει τινὰς δὲ θερμαίνει. ὥστε τὸ φύσει κινοῦν ὁμοίως τοὺς ἀπαραποδίστους ἔχοντας τὰς αἰσθήσεις κινεῖ.