1.

[1.149] (§§ 149-153 v. ad § 148) ἕκαστος γάρ, ὡς τεθεμάτικεν, οὕτω χρῆται. καὶ οἱ αὐτοὶ δὲ διαφόρως ταὐτὰ ὁτὲ μὲν ἀρρενικῶς ἐκφέρουσιν ὁτὲ δὲ θηλυκῶς, λέγοντες τὸν λιμόν καὶ τὴν λιμόν. οὐκ ἄρα φύσει τῶν ὀνομάτων τὰ μὲν ἀρρενικὰ τὰ δὲ θηλυκά, ἀλλὰ κατὰ θεματισμὸν τὰ μὲν τοιαῦτα γίνεται τὰ δὲ τοιαῦτα.