1.

[1.151] οὐχὶ δὲ τοῦτο, ἀλλὰ καὶ τὰς ἀρρενικὰς φύσεις θηλυκῶς καλοῦμεν καὶ τὰς θηλυκὰς ἀρρενικῶς καὶ τὰς οὔτε ἀρρενικὰς οὔτε θηλυκὰς ἤτοι ἀρρενικῶς ἢ θηλυκῶς, οὐχὶ δὲ οὐδετέρως˙ οἷον κόραξ μὲν λέγεται ἀετός κώνωψ κάνθαρος σκορπίος μῦς ἀρρενικῶς καὶ ἐπὶ τοῦ θήλεος, καὶ πάλιν χελιδών χελώνη κορώνη ἀκρίς μυγαλῆ ἐμπίς καὶ ἐπὶ τοῦ ἄρρενος τὴν φύσιν θηλυκῶς˙