1.

[1.152] ὡσαύτως δὲ κλίνη θηλυκῶς ἐπὶ τῆς μήτε ἄρρενος μήτε θηλείας τὴν φύσιν, καὶ στῦλος ἀρρενικῶς ἐπὶ τοῦ οὐδετέρου. τοίνυν εἰ φύσει οὐδέν ἐστιν ἀρρενικὸν ἢ θηλυκὸν ὄνομα, ζητῶ πῶς ὁ γραμματικὸς ἐπιλήψεται τοῦ διαστρόφως λέγοντος ὁ χελιδών καὶ ἡ ἀετός. ἤτοι γὰρ ὡς φύσει τοῦ ὀνόματος τῆς χελιδόνος θηλυκοῦ ὄντος, ἐκείνου δὲ ἀρρενικὸν αὐτὸ τῷ ἄρθρῳ βιαζομένου γενέσθαι, ἢ ὡς τῆς κοινῆς συνηθείας θηλυκὸν αὐτὸ θεματισάσης ἀλλ' οὐκ ἀρρενικόν.