1.

[1.154] (§ 154 v. ad § 148)Τὰ δὲ αὐτὰ ταῦτα μετακτέον καὶ ἐπὶ τὰ ἑνικὰ καὶ πληθυντικὰ τῶν ὀνομάτων. Ἀθῆναι γὰρ λέγονται πληθυντικῶς ἡ μία πόλις καὶ Πλαταιαί, καὶ πάλιν Θήβη ἑνικῶς καὶ Θῆβαι πληθυντικῶς, καὶ Μυκήνη καὶ Μυκῆναι. ῥηθήσεται δὲ ἐπιμελέστερον περὶ τῆς ἐν τούτοις ἀνωμαλίας προβαινούσης τῆς ζητήσεως (in §§ 195 sqq.).
Τὰ νῦν δὲ ἐπεὶ καὶ ὑποδειγματικῶς κατωπτεύκαμεν τὴν ἐν τούτοις τῶν γραμματικῶν ἀκρίβειαν, φέρε κἀκεῖνο, πρὶν ἐπ' ἄλλον τ[ρ]όπον ἀπελθεῖν, ἐξετάσωμεν,