1.

[1.155] φημὶ δὲ τίνα λόγον καλοῦσιν ἢ μέρη λόγου.
Περὶ λόγου καὶ μερῶν λόγου
Ἤτοι γὰρ αὐτὴν τὴν σωματικὴν φωνὴν ἐροῦσιν ἢ ἀσώματον λεκτόν, διαφέρον ταύτης. οὔτε δὲ τὴν φωνὴν ἐροῦσιν˙ ταύτης μὲν γὰρ ῥηθείσης πάντες ἀκούουσιν, Ἕλληνές τε καὶ βάρβαροι καὶ ἰδιῶται καὶ οἱ παιδείας ἐντός, τοῦ δὲ λόγου καὶ τῶν τούτου μερῶν Ἕλληνες μόνοι καὶ οἱ τούτου ἔμπειροι. τοίνυν οὐχ ἡ φωνή ἐστιν ὁ λόγος καὶ μέρη λόγου.