1.

[1.157] (§ 157 Cfr. M VIII 76-77, 444, et PH II 107-108) ἄλλως τε ὁ λέγων ἀσώματόν τι λεκτὸν ὑπάρχειν ἤτοι φάσει μόνον ἀρκούμενος λέγει ἢ ἀπόδειξιν παραλαμβάνων. ἀλλὰ φάσει μὲν ἀρκούμενος ἐν ἀντιφάσει ἐπισχεθήσεται˙ ἀπόδειξιν δὲ παραλαμβάνων, ἐπεὶ καὶ αὐτὴ δι' ἀναμφισβητήτων ὀφείλει λημμάτων προάγειν, τὰ δὲ λήμματά ἐστι λεκτά, προαρπάζων τὸ ζητούμενον ὡς ὁμολογούμενον ἄπιστος ἔσται.