1.

Περὶ μερισμοῦ
[1.159] Ἐπεὶ γὰρ τὸν μερισμὸν τὸν τῶν 〈ἐμ〉μέτρων ἐν δυσὶ μάλιστα τοῖς ἀναγκαιοτάτοις κεῖσθαι συμβέβηκεν, ἔν τε τῷ βαίνειν, τουτέστι τῇ εἰς τοὺς πόδας διανομῇ, καὶ ἐν τῇ εἰς τὰ τοῦ λόγου μέρη διαιρέσει, ἀκόλουθον μὲν ἂν ἦν τοῖς τελέως πρὸς αὐτοὺς ἀντιλέγουσιν ἑκάτερον κινεῖν, τόν τε τρόπον τοῦ βαίνειν, σκελίσαντας αὐτῶν ἅπαντας τοὺς οἷς βαίνουσι πόδας ὡς ἀνυπάρκτους, καὶ ἔτι τὸν τρόπον τῆς τῶν τοῦ λόγου μερῶν διανομῆς, δείξαντας τὸ ἀδύνατον τῆς διαιρέσεως.