1.

[1.161] Ὁ οὖν μερίζων τινὰ στίχον τὰ μὲν ἀφαιρεῖ τὰ δὲ προστίθησι, καὶ ἀφαιρεῖ μὲν τὸ μῆνιν, εἰ τύχοι, χωρίζων τοῦ παντὸς στίχου, καὶ πάλιν τὸ ἄειδε καὶ τὰ λοιπὰ μέρη, προστίθησι δὲ τοῖς κατὰ συναλοιφὴν ἐκφερομένοις, οἷον τῷ ῾αἷμ' ἐμέων᾽ (
Hom. Il. XV 11
) τὸ α, τὸ γὰρ πλῆρες ἦν ῾αἷμα ἐμέων᾽, καὶ πάλιν τῷ ῾βῆ δ' ἀκέων᾽ (
Hom. Il. I 34
) τὸ ε, κατὰ γὰρ ἐκπλήρωσιν οὕτως εἶχε ῾βῆ δὲ ἀκέων.᾽ μηδενὸς μέντοι μήτε ἀφαιρεῖσθαι δυναμένου ἀπό τινος μήτε προστίθεσθαί τινι πεφυκότος ἀδύνατος γίνεται ὁ κατὰ γραμματικὴν μερισμός.