1.

[1.163] ὥστε ὅλον ἀπὸ ὅλου οὐκ ἀφαιρεῖται. καὶ μὴν οὐδὲ ὅλον ἀπὸ μέρους˙ ἐν μὲν γὰρ τῷ μέρει οὐκ ἐμπεριέχεται τὸ ὅλον, οἷον τῷ μῆνιν τὸ ῾〈μῆνιν〉 ἄειδε θεὰ Πηληιάδεω Ἀχιλῆος᾽, τὸ δὲ ἀφαιρούμενον ὀφείλει ἐμπεριέχεσθαι τῷ τὴν ἀφαίρεσιν ἐπιδεχομένῳ. λείπεται ἄρα ἢ μέρος ἀφ' ὅλου ἢ μέρος ἀπὸ μέρους ἀφαιρεῖσθαι. ἀλλὰ καὶ τοῦτ' ἄπορον. τὸ γὰρ μῆνιν εἰ μὲν ἀφ' ὅλου ἀφαιρεῖται τοῦ στίχου, καὶ ἀπὸ αὑτοῦ ἀφαιρεῖται˙ σὺν αὐτῷ γὰρ ὅλος ὁ στίχος ἐνοεῖτο. καὶ ἄλλως, εἰ ἀφ' ὅλου ἀφαιρεῖται, τὸ δ' ὅλον ἦν ῾μῆνιν ἄειδε θεὰ Πηληιάδεω Ἀχιλῆος᾽, ὤφειλεν ἠλαττῶσθαι καὶ τὸ ῾ἄειδε θεὰ Πηληιάδεω Ἀχιλῆος᾽ καὶ μὴ μένειν ἐν τῷ αὐτῷ, παντὸς τοῦ ἀφαίρεσιν ἐπιδεξαμένου μὴ μένοντος ἐν ταὐτῷ.